Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.185 Joseph. BJ 7.190 (English) >>Joseph. BJ 7.197

7.188ἀλλʼ ὡς ἂν καὶ μᾶλλόν τις θαυμάσειε, σπήλαιον γάρ τι πλησίον ὁρᾶται κοιλότητι μὲν οὐ βαθύ, τῇ πέτρᾳ δὲ προυχούσῃ σκεπόμενον· 7.189ταύτης ἄνωθεν ὡσανεὶ μαστοὶ δύο ἀνέχουσιν ἀλλήλων ὀλίγῳ διεστῶτες, καὶ ψυχροτάτην μὲν ἅτερος πηγήν, ἅτερος δὲ θερμοτάτην ἐκδίδωσιν, αἳ μισγόμεναι ποιοῦσι λουτρὸν ἥδιστον παιώνιόν τε νοσημάτων, πολλῷ δὲ μάλιστα νεύρων ἄκεσιν. ἔχει δὲ τόπος καὶ θείου καὶ στυπτηρίας μέταλλα. 7.190

Βάσσος δὲ περισκεψάμενος τὸ χωρίον ἔγνω ποιεῖσθαι τὴν πρόσοδον χωννὺς τὴν φάραγγα τὴν πρὸς ταῖς ἀνατολαῖς καὶ τῶν ἔργων εἴχετο, σπουδὴν ποιούμενος τάχος ἐξᾶραι τὸ χῶμα καὶ διʼ αὐτοῦ ῥᾳδίαν ποιῆσαι τὴν πολιορκίαν. 7.191οἱ δʼ ἔνδον ἀπειλημμένοι τῶν Ἰουδαίων αὐτοὶ καθʼ ἑαυτοὺς ἀπὸ τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν, ὄχλον ἄλλως εἶναι νομίζοντες, ἐν τῇ κάτω πόλει παραμένειν καὶ τοὺς κινδύνους προεκδέχεσθαι, 7.192τὸ δʼ ἄνω φρούριον αὐτοὶ καταλαβόντες εἶχον καὶ διὰ τὴν ἰσχὺν τῆς ὀχυρότητος καὶ προνοίᾳ τῆς σωτηρίας αὐτῶν· τεύξεσθαι γὰρ ἀφέσεως ὑπελάμβανον, εἰ τὸ χωρίον Ῥωμαίοις ἐγχειρίσειαν. 7.193πείρᾳ δὲ πρότερον ἐβούλοντο τὰς ὑπὲρ τοῦ διαφεύξεσθαι τὴν πολιορκίαν ἐλπίδας ἐλέγξαι. διὰ τοῦτο καὶ προθύμως ἐποιοῦντο τὰς ἐξόδους ἀνὰ πᾶσαν ἡμέραν, καὶ τοῖς χοῦσι συμπλεκόμενοι πολλοὶ μὲν ἔθνησκον, πολλοὺς δὲ τῶν Ῥωμαίων ἀνῄρουν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.185 Joseph. BJ 7.190 (English) >>Joseph. BJ 7.197

Powered by PhiloLogic